Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.59 Joseph. BJ 6.66 (English) >>Joseph. BJ 6.72

6.63ἔνθα δὴ καταμέμψαιτʼ ἄν τις ὡς φθονερὰν ἐπὶ ταῖς ἀρεταῖς τὴν τύχην καὶ κωλύουσαν ἀεὶ τὰ παράδοξα τῶν κατορθωμάτων. 6.64 γοῦν ἀνὴρ οὗτος ὅτʼ ἐκράτησε τῆς ἐπιβολῆς, ἐσφάλη καὶ πταίσας πρός τινι πέτρᾳ πρηνὴς ἐπʼ αὐτὴν μετὰ μεγίστου ψόφου κατέπεσεν· ἐπιστραφέντες δὲ οἱ Ἰουδαῖοι καὶ κατιδόντες μόνον τε αὐτὸν καὶ πεπτωκότα, πάντοθεν ἔβαλλον. 6.65 δʼ ἐς γόνυ διαναστὰς καὶ προκαλυψάμενος τὸν θυρεὸν τὸ μὲν πρῶτον ἠμύνετο καὶ πολλοὺς τῶν πλησιασάντων ἔτρωσεν· 6.66αὖθις δʼ ὑπὸ πλήθους τραυμάτων παρῆκε τὴν δεξιὰν καὶ τέλος πρὶν ἀποδοῦναι τὴν ψυχὴν κατεχώσθη τοῖς βέλεσιν, ἀνὴρ ἄξιος μὲν ἀμείνονι χρῆσθαι διʼ ἀνδρείαν καὶ τύχῃ, πεσὼν δὲ τῆς ἐπιβολῆς ἀναλόγως. 6.67τῶν δὲ ἄλλων τρεῖς μὲν τοὺς ἤδη πρὸς τοῖς ἄκροις ὄντας συντρίψαντες ἀπέκτειναν τοῖς λίθοις, οἱ δὲ ὀκτὼ τραυματίαι κατασυρέντες ἀνεκομίσθησαν εἰς τὸ στρατόπεδον. ταῦτα μὲν οὖν τρίτῃ μηνὸς Πανέμου ἐπράχθη. 6.68

Μετὰ δʼ ἡμέρας δύο τῶν προκοιτούντων τινὲς ἐπὶ τοῖς χώμασι φυλάκων εἴκοσι συνελθόντες προσποιοῦνται μὲν τὸν τοῦ πέμπτου τάγματος σημαιαφόρον καὶ δύο τινὰς τῶν ἐν ταῖς ἴλαις ἱππέων καὶ σαλπικτὴν ἕνα, κατὰ δὲ ὥραν τῆς νυκτὸς ἐνάτην προσβαίνουσι μὲν ἡσυχῆ διὰ τῶν ἐρειπίων ἐπὶ τὴν Ἀντωνίαν, ἀποσφάξαντες δὲ τοὺς πρώτους τῶν φρουρῶν κοιμωμένους κρατοῦσι τοῦ τείχους καὶ

-- --

τῷ σαλπικτῇ σημαίνειν ἐκέλευσαν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.59 Joseph. BJ 6.66 (English) >>Joseph. BJ 6.72

Powered by PhiloLogic